Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.65 Dem. 23.68 (English) >>Dem. 23.71

23.67ταύτην τοίνυν τὴν φυλακὴν καὶ τὰς ἐν ταύτῃ νομίμους τιμωρίας παραβὰς γράφων τὸ ψήφισμα τοδὶ ζῶντι μὲν ἐξουσίαν γέγραφεν τῷ Χαριδήμῳ ποιεῖν τι ἂν βούληται, παθόντος δέ τι τοῖς οἰκείοις συκοφαντίαν δέδωκεν. σκέψασθε γὰρ οὑτωσί. ἴστε δήπου τοῦθʼ ἅπαντες, ὅτι ἐν Ἀρείῳ πάγῳ, οὗ δίδωσʼ νόμος καὶ κελεύει τοῦ φόνου δικάζεσθαι, πρῶτον μὲν διομεῖται κατʼ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας τινʼ αἰτιώμενος εἰργάσθαι τι τοιοῦτον, 23.68εἶτʼ οὐδὲ τὸν τυχόντα τινʼ ὅρκον τοῦτο ποιήσει ἀλλʼ ὃν οὐδεὶς ὄμνυσʼ ὑπὲρ οὐδενὸς ἄλλου, στὰς ἐπὶ τῶν τομίων κάπρου καὶ κριοῦ καὶ ταύρου, καὶ τούτων ἐσφαγμένων ὑφʼ ὧν δεῖ καὶ ἐν αἷς ἡμέραις καθήκει, ὥστε καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τῶν μεταχειριζομένων ἅπαν, ὅσον ἔσθʼ ὅσιον, πεπρᾶχθαι. καὶ μετὰ ταῦθʼ τὸν τοιοῦτον ὅρκον ὀμωμοκὼς οὔπω πεπίστευται, ἀλλʼ ἐὰν ἐξελεγχθῇ μὴ λέγων ἀληθῆ, τὴν ἐπιορκίαν ἀπενεγκάμενος τοῖς αὑτοῦ παισὶν καὶ τῷ γένει πλέον οὐδʼ ὁτιοῦν ἕξει. 23.69ἂν δὲ δόξῃ τὰ δίκαιʼ ἐγκαλεῖν καὶ ἕλῃ τὸν δεδρακότα τοῦ φόνου, οὐδʼ οὕτω κύριος γίγνεται τοῦ ἁλόντος, ἀλλʼ ἐκείνου μὲν οἱ νόμοι κύριοι κολάσαι καὶ οἷς προστέτακται, τῷ δʼ ἐπιδεῖν διδόντα δίκην ἔξεστιν, ἣν ἔταξʼ νόμος, τὸν ἁλόντα, πέρα δʼ οὐδὲν τούτου. καὶ τῷ μὲν διώκοντι ὑπάρχει ταῦτα, τῷ δὲ φεύγοντι τὰ μὲν τῆς διωμοσίας ταὐτά, τὸν πρότερον δʼ ἔξεστιν εἰπόντα λόγον μεταστῆναι, καὶ οὔθʼ διώκων οὔθʼ οἱ δικάζοντες οὔτʼ ἄλλος ἀνθρώπων οὐδεὶς κύριος κωλῦσαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.65 Dem. 23.68 (English) >>Dem. 23.71

Powered by PhiloLogic